Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν
τοῖς μνήμασι ζωὴν χαρισάμενος. (γ`)
«Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον
Κύριον Ἰησοῦν τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου Χριστέ προσκυνοῦμεν, καί
τήν Ἁγίαν σου Ἀνάστασιν, ὑμνοῦμεν καί δοξάζομεν.σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός σου ἄλλον
οὐκ οἴδαμεν, τό ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν
τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ.
Διά παντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν Ἀνάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας
δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν».
Ἀναστὰς
ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.


Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου